[1] ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
[2] ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος
[3] καὶ εἶπεν ὁ θεός γενηθήτω φῶς καὶ ἐγένετο φῶς
[4] καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους
[5] καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωϊ ἡμέρα μία
Vocabulary you may need:
ἀόρατος – invisible
ἀκατασκεύαστος – unbuilt, unconstructed, unprepared, etc.
διεχώρισεν – separate, part
αναμέσον – between
ἑσπέρα – evening
πρωϊ – morning